Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.57.2 | Hdt. 9.58.4 (English) | >>Hdt. 9.60.2 |
9.58.2 “ὦ παῖδες Ἀλεύεω , ἔτι τί λέξετε τάδε ὁρῶντες ἔρημα ; ὑμεῖς γὰρ οἱ πλησιόχωροι ἐλέγετε Λακεδαιμονίους οὐ φεύγειν ἐκ μάχης , ἀλλὰ ἄνδρας εἶναι τὰ πολέμια πρώτους · τοὺς πρότερόν τε μετισταμένους ἐκ τῆς τάξιος εἴδετε , νῦν τε ὑπὸ τὴν παροιχομένην νύκτα καὶ οἱ πάντες ὁρῶμεν διαδράντας · διέδεξάν τε , ἐπεί σφεας ἔδεε πρὸς τοὺς ἀψευδέως ἀρίστους ἀνθρώπων μάχῃ διακριθῆναι , ὅτι οὐδένες ἄρα ἐόντες ἐν οὐδαμοῖσι ἐοῦσι Ἕλλησι ἐναπεδεικνύατο .
9.58.3 καὶ ὑμῖν μὲν ἐοῦσι Περσέων ἀπείροισι πολλὴ ἔκ γε ἐμεῦ ἐγίνετο συγγνώμη , ἐπαινεόντων τούτους τοῖσί τι καὶ συνῃδέατε · Ἀρταβάζου δὲ θῶμα καὶ μᾶλλον ἐποιεύμην τὸ καὶ καταρρωδῆσαι Λακεδαιμονίους καταρρωδήσαντά τε ἀποδέξασθαι γνώμην δειλοτάτην , ὡς χρεὸν εἴη ἀναζεύξαντας τὸ στρατόπεδον ἰέναι ἐς τὸ Θηβαίων ἄστυ πολιορκησομένους · τὴν ἔτι πρὸς ἐμεῦ βασιλεὺς πεύσεται .
9.58.4 καὶ τούτων μὲν ἑτέρωθι ἔσται λόγος . νῦν δὲ ἐκείνοισι ταῦτα ποιεῦσι οὐκ ἐπιτρεπτέα ἐστί , ἀλλὰ διωκτέοι εἰσὶ ἐς ὃ καταλαμφθέντες δώσουσι ἡμῖν τῶν δὴ ἐποίησαν Πέρσας πάντων δίκας .”
ch. 59
9.59.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.57.2 | Hdt. 9.58.4 (English) | >>Hdt. 9.60.2 |